Livre de la Genèse
35,11 εἶπεν δὲ αὐτῷ ὁ θεός Ἐγὼ ὁ θεός σου· αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. ( ) 35,12 καὶ τὴν γῆν, ἣν δέδωκα Αβρααμ καὶ Ισαακ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. ( ) 35,13 ἀνέβη δὲ ὁ θεὸς ἀπ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησεν μετ αὐτοῦ. ( ) 35,14 καὶ ἔστησεν Ιακωβ στήλην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησεν μετ αὐτοῦ, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ αὐτὴν ἔλαιον. ( ) 35,15 καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησεν μετ αὐτοῦ ἐκεῖ ὁ θεός, Βαιθηλ. ( )

35,16 Ἀπάρας δὲ Ιακωβ ἐκ Βαιθηλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδερ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν χαβραθα εἰς γῆν ἐλθεῖν Εφραθα, ἔτεκεν Ραχηλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.


2292 Bible des peuples sur verset 2018-11-18: Deux remarques à propos de la mort de Rachel à Éfrata. D’abord, il se pourrait bien que cette mort soit l’accomplissement de la malédiction lancée par Jacob en 31.32, car dans les textes bibliques anciens, ce genre de malédictions s’accomplit toujours. Par ailleurs, le texte insiste pour identifier Éfrata et Bethléem et il en est de même aux autres endroits où la Bible parle d’Éfrata. Pourtant, en 1Samuel 10.2, Samuel affirme que la tombe de Rachel est située dans le territoire de Benjamin. N’oublions pas que Jacob était le grand ancêtre des tribus du nord. Il est donc plus que probable qu’on vénérait la tombe de Rachel dans le royaume du nord, là où Samuel la mentionne. Mais lorsque les Assyriens eurent conquis ces territoires et que le lieu fut devenu inaccessible pour les pèlerins, on se chargea de le transférer plus au sud, aux portes de Bethléem et la tradition s’adapta à ce déplacement.

( )
35,17 ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ ἡ μαῖα Θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός. ( ) 35,18 ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν – ἀπέθνῃσκεν γάρ – ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν Βενιαμιν. ( ) 35,19 ἀπέθανεν δὲ Ραχηλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ Εφραθα [αὕτη ἐστὶν Βηθλεεμ]. ( ) 35,20 καὶ ἔστησεν Ιακωβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν στήλη μνημείου Ραχηλ ἕως τῆς σήμερον ἡμέρας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: