Livre de la Genèse
35,8 ἀπέθανεν δὲ Δεββωρα ἡ τροφὸς Ρεβεκκας κατώτερον Βαιθηλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους. ( ) 35,9 Ὤφθη δὲ ὁ θεὸς Ιακωβ ἔτι ἐν Λουζα, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ ηὐλόγησεν αὐτὸν ὁ θεός. ( ) 35,10 καὶ εἶπεν αὐτῷ ὁ θεός Τὸ ὄνομά σου Ιακωβ· οὐ κληθήσεται ἔτι Ιακωβ, ἀλλ Ισραηλ ἔσται τὸ ὄνομά σου. ( ) 35,11 εἶπεν δὲ αὐτῷ ὁ θεός Ἐγὼ ὁ θεός σου· αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. ( ) 35,12 καὶ τὴν γῆν, ἣν δέδωκα Αβρααμ καὶ Ισαακ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. ( )

35,13 ἀνέβη δὲ ὁ θεὸς ἀπ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησεν μετ αὐτοῦ.


( )
35,14 καὶ ἔστησεν Ιακωβ στήλην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησεν μετ αὐτοῦ, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ αὐτὴν ἔλαιον. ( ) 35,15 καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησεν μετ αὐτοῦ ἐκεῖ ὁ θεός, Βαιθηλ. ( ) 35,16 Ἀπάρας δὲ Ιακωβ ἐκ Βαιθηλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδερ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν χαβραθα εἰς γῆν ἐλθεῖν Εφραθα, ἔτεκεν Ραχηλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ. ( ) 35,17 ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ ἡ μαῖα Θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός. ( ) 35,18 ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν – ἀπέθνῃσκεν γάρ – ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν Βενιαμιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: