Second Livre des Rois
23,10 καὶ ἐμίανεν τὸν Ταφεθ τὸν ἐν φάραγγι υἱοῦ Εννομ τοῦ διάγειν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μολοχ ἐν πυρί. ( Mc 9,43 , ) 23,11 καὶ κατέπαυσεν τοὺς ἵππους, οὓς ἔδωκαν βασιλεῖς Ιουδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουριμ, καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί. ( ) 23,12 καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Αχαζ, ἃ ἐποίησαν βασιλεῖς Ιουδα, καὶ τὰ θυσιαστήρια, ἃ ἐποίησεν Μανασσης ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου, καὶ καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κεδρ ( ) 23,13 καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ιερουσαλημ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσοαθ, ὃν ᾠκοδόμησεν Σαλωμων βασιλεὺς Ισραηλ τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων καὶ τῷ Χαμως προσοχθίσματι Μωαβ καὶ τῷ Μολχολ βδελύγματι υἱῶν Αμμων, ἐμίανεν ὁ βασιλεύς. ( ) 23,14 καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων. ( )

23,15 καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ, τὸ ὑψηλόν, ὃ ἐποίησεν Ιεροβοαμ υἱὸς Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, καί γε τὸ θυσιαστήριον ἐκεῖνο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσεν τὸ ἄλσος.


1556 Bible des peuples sur verset 2018-09-09: Profitant de la décadence de l’empire assyrien, Josias va reconquérir au nord une partie du territoire d’Israël qui était devenue province assyrienne cent ans plus tôt. Là aussi, il détruira tous les sanctuaires, les idoles et les pratiques qui offensent les exigences de Yahvé. Pendant quelques années, les prophètes pensent que les menaces de Yahvé annonçant la destruction totale d’Israël ne s’accompliront pas. Ils voient dans la reconquête le signe de temps heureux où le Messie réunira Juda et Israël en un seul peuple avec une seule Alliance ( Jérémie 31.31). Aux versets 15-20 Josias est en Samarie. L’impuissance des Assyriens a laissé sans maître les districts qui occupaient l’espace ayant appartenu au royaume d’Israël. Josias n’hésite pas à les reprendre. Il les remet dans l’orbite religieuse de Jérusalem, mais aussi il les intègre dans son royaume, et le peuple entier peut penser que l’on est revenu aux temps d’avant le schisme : un fils de David est maintenant le pasteur de tout Israël. Il ne faudra qu’une quinzaine d’années pour détruire cette euphorie.

( )
23,16 καὶ ἐξένευσεν Ιωσιας καὶ εἶδεν τοὺς τάφους τοὺς ὄντας ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστᾶ ἐκ τῶν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῷ ἑστάναι Ιεροβοαμ ἐν τῇ ἑορτ ( 1R 13,2 , ) 23,17 καὶ εἶπεν Τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ ὁρῶ., καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως Ὁ ἄνθρωπος τοῦ θεοῦ ἐστιν ὁ ἐξεληλυθὼς ἐξ Ιουδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους, οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθηλ. ( ) 23,18 καὶ εἶπεν Ἄφετε αὐτό, ἀνὴρ μὴ κινησάτω τὰ ὀστᾶ αὐτοῦ· καὶ ἐρρύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας. ( ) 23,19 καί γε εἰς πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν Σαμαρείας, οὓς ἐποίησαν βασιλεῖς Ισραηλ παροργίζειν κύριον, ἀπέστησεν Ιωσιας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα, ἃ ἐποίησεν ἐν Βαιθηλ. ( ) 23,20 καὶ ἐθυσίασεν πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων καὶ κατέκαυσεν τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ αὐτά· καὶ ἐπεστράφη εἰς Ιερουσαλημ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: