Second Livre des Rois
22,20 οὐχ οὕτως· ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσιν τοῖς κακοῖς, οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ῥῆμα. ( ) 23,1 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ. ( ) 23,2 καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον κυρίου καὶ πᾶς ἀνὴρ Ιουδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ιερουσαλημ μετ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ ε ( ) 23,3 καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στῦλον καὶ διέθετο διαθήκην ἐνώπιον κυρίου τοῦ πορεύεσθαι ὀπίσω κυρίου καὶ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης τα ( ) 23,4 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκια τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσιν τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βααλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτ ( )

23,5 καὶ κατέπαυσεν τοὺς χωμαριμ, οὓς ἔδωκαν βασιλεῖς Ιουδα καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ιουδα καὶ τοῖς περικύκλῳ Ιερουσαλημ, καὶ τοὺς θυμιῶντας τῷ Βααλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρωθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ.


1554 Bible des peuples sur verset 2018-09-09: Les versets 5-9 mêlent dans une même condamnation les prêtres lévites qui célébraient dans les sanctuaires ou dans les hauts-lieux, c’est-à-dire les lieux sacrés de plein air en forêt ou sur les hauteurs, — les prêtres dont l’origine lévitique était plus que douteuse, — les prêtres qui célébraient des cultes païens. Au terme, suivant les prescriptions de Deutéronome 12 et Deutéronome 18.1-8, il ne doit plus y avoir de temple que celui de Jérusalem, et de prêtres que le clergé qui s’est organisé autour de ce temple. Ils sont des lévites, comme la plupart des autres, ils vont désormais s’en distinguer en se proclamant fils d’Aaron, frère de Moïse, et les “livres de Moïse” attribueront au fondateur d’Israël les lois qui établissent leurs privilèges.

( )
23,6 καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου κυρίου ἔξωθεν Ιερουσαλημ εἰς τὸν χειμάρρουν Κεδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ Κεδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔρριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ. ( ) 23,7 καὶ καθεῖλεν τὸν οἶκον τῶν καδησιμ τῶν ἐν τῷ οἴκῳ κυρίου, οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ χεττιιν τῷ ἄλσει. ( ) 23,8 καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά, οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς, ἀπὸ Γαβαα καὶ ἕως Βηρσαβεε. καὶ καθεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ιησου ἄρχοντος τῆς πόλεως, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς ( ) 23,9 πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον κυρίου ἐν Ιερουσαλημ, ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. ( ) 23,10 καὶ ἐμίανεν τὸν Ταφεθ τὸν ἐν φάραγγι υἱοῦ Εννομ τοῦ διάγειν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μολοχ ἐν πυρί. ( Mc 9,43 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: