Second Livre des Rois
20,17 Ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα, ὃ εἶπεν κύριος· ( ) 20,18 καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ, οὓς γεννήσεις, λήμψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος. ( ) 20,19 καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Ἀγαθὸς ὁ λόγος κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου. ( ) 20,20 Καὶ τὰ λοιπὰ τῶν λόγων Εζεκιου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα., ( ) 20,21 καὶ ἐκοιμήθη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( )

21,1 Υἱὸς δώδεκα ἐτῶν Μανασσης ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Οψιβα.


19715 Bible des Peuples sur titre chapitre 2023-11-11: Manassé, le roi impie

1548 Bible des peuples sur verset 2018-09-09: La délivrance miraculeuse de Jérusalem n’a pas changé le cours des événements. Dès la fin du règne d’Ézékias le royaume de Juda est totalement soumis à la puissance assyrienne. Cela explique en partie pourquoi Manassé, le fils d’Ézékias, commence à réprimer le culte de Yahvé, qui est l’âme de la résistance judéenne aux puissances étrangères. Manassé persécute les fidèles et encourage les cultes païens comme Jézabel l’avait fait en Israël un siècle auparavant. La trahison de l’Alliance est telle, qu’après la mort de Manassé les prophètes le rendront responsable de la chute de Jérusalem. Cette tragique expérience du peuple de Dieu n’étonnera pas les croyants ; plus d’une fois nous avons été déconcertés en voyant comment des faveurs que nous avions demandées à Dieu et qu’il nous avait accordées, ont été suivies d’échecs, de souffrances et de chutes que nous n’aurions jamais attendus.

( )
21,2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ, ( ) 21,3 καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά, ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησεν θυσιαστήριον τῇ Βααλ καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Αχααβ βασιλεὺς Ισραηλ, καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς ( ) 21,4 καὶ ᾠκοδόμησεν θυσιαστήριον ἐν οἴκῳ κυρίου, ὡς εἶπεν Ἐν Ιερουσαλημ θήσω τὸ ὄνομά μου, ( ) 21,5 καὶ ᾠκοδόμησεν θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου ( ) 21,6 καὶ διῆγεν τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησεν θελητὴν καὶ γνώστας· ἐπλήθυνεν τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: