Second Livre des Rois
20,15 καὶ εἶπεν Τί εἶδον ἐν τῷ οἴκῳ σου., καὶ εἶπεν Πάντα, ὅσα ἐν τῷ οἴκῳ μου, εἶδον· οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου. ( ) 20,16 καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν Ἄκουσον λόγον κυρίου ( ) 20,17 Ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα, ὃ εἶπεν κύριος· ( ) 20,18 καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ, οὓς γεννήσεις, λήμψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος. ( ) 20,19 καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Ἀγαθὸς ὁ λόγος κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου. ( )

20,20 Καὶ τὰ λοιπὰ τῶν λόγων Εζεκιου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα.,


( )
20,21 καὶ ἐκοιμήθη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( ) 21,1 Υἱὸς δώδεκα ἐτῶν Μανασσης ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Οψιβα. ( ) 21,2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ, ( ) 21,3 καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά, ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησεν θυσιαστήριον τῇ Βααλ καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Αχααβ βασιλεὺς Ισραηλ, καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς ( ) 21,4 καὶ ᾠκοδόμησεν θυσιαστήριον ἐν οἴκῳ κυρίου, ὡς εἶπεν Ἐν Ιερουσαλημ θήσω τὸ ὄνομά μου, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: