Second Livre des Rois
20,12 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναα πρὸς Εζεκιαν, ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Εζεκιας. ( ) 20,13 καὶ ἐχάρη ἐπ αὐτοῖς Εζεκιας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθα, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν, καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος, ὃν οὐκ ἔδειξεν αὐτοῖς Εζεκιας ἐν τῷ οἴ ( ) 20,14 καὶ εἰσῆλθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν Τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ., καὶ εἶπεν Εζεκιας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με, ἐκ Βαβυλῶνος. ( ) 20,15 καὶ εἶπεν Τί εἶδον ἐν τῷ οἴκῳ σου., καὶ εἶπεν Πάντα, ὅσα ἐν τῷ οἴκῳ μου, εἶδον· οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου. ( ) 20,16 καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν Ἄκουσον λόγον κυρίου ( )

20,17 Ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα, ὃ εἶπεν κύριος·


( )
20,18 καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ, οὓς γεννήσεις, λήμψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος. ( ) 20,19 καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Ἀγαθὸς ὁ λόγος κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου. ( ) 20,20 Καὶ τὰ λοιπὰ τῶν λόγων Εζεκιου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα., ( ) 20,21 καὶ ἐκοιμήθη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( ) 21,1 Υἱὸς δώδεκα ἐτῶν Μανασσης ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Οψιβα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: