Second Livre des Rois
19,33 τῇ ὁδῷ, ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει κύριος. ( ) 19,34 καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου. ( ) 19,35 Καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ὤρθρισαν τὸ πρωί, καὶ ἰδοὺ πάντες σώματα νεκρά. ( ) 19,36 καὶ προσθήσει τὸ διασεσῳσμένον οἴκου Ιουδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω. ( ) 19,37 καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Νεσεραχ θεοῦ αὐτοῦ καὶ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ, καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν Αραρατ· καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( )

20,1 Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας εἰς θάνατον. καὶ εἰσῆλθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Ἔντειλαι τῷ οἴκῳ σου, ὅτι ἀποθνῄσκεις σὺ καὶ οὐ ζήσῃ.


19714 Bible des Peuples sur titre chapitre 2023-11-11: La maladie d'Ézékias

1545 Bible des peuples sur verset 2018-09-09: La promesse faite en 20.6 situe cette maladie en 702, avant la première invasion assyrienne. La guérison d’Ézékias est liée à la promesse d’une délivrance de la ville. L’ambassade de Babylone se situe dans le même contexte : le Babylonien Mérodak-Baladan, plusieurs fois chassé du pouvoir par les Assyriens, mais jamais découragé, essaye une alliance avec le roi de Juda. Mais Isaïe n’est pas convaincu : Israël devrait croire suffisamment à la protection divine pour ne pas se risquer dans des alliances étrangères : un avis toujours valable lorsque les autorités du peuple de Dieu sont prêtes à sacrifier l’évangélisation pour sauver leur politique de bonne entente avec les pouvoirs ou les religions.

( )
20,2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς κύριον λέγων ( ) 20,3 Ὦ δή, κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν Εζεκιας κλαυθμῷ μεγάλῳ. ( ) 20,4 καὶ ἦν Ησαιας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων ( ) 20,5 Ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Εζεκιαν τὸν ἡγούμενον τοῦ λαοῦ μου Τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου Ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον κυρίου, ( ) 20,6 καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: