Second Livre des Rois
19,19 καὶ νῦν, κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ κύριος ὁ θεὸς μόνος. ( ) 19,20 Καὶ ἀπέστειλεν Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν λέγων Τάδε λέγει κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ Ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων, ἤκουσα. ( ) 19,21 οὗτος ὁ λόγος, ὃν ἐλάλησεν κύριος ἐπ αὐτόν Ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων, ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησεν θυγάτηρ Ιερουσαλημ. ( ) 19,22 τίνα ὠνείδισας καὶ ἐβλασφήμησας., καὶ ἐπὶ τίνα ὕψωσας φωνήν., καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ. ( ) 19,23 ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἶπας Ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων, μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλθον εἰς μελον τέλους αὐτοῦ, δρυμοῦ Καρμήλου αὐτοῦ. ( )

19,24 ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς.


( )
19,25 ἔπλασα αὐτήν, νῦν ἤγαγον αὐτήν, καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων, πόλεις ὀχυράς. ( ) 19,26 καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρί, ἔπτηξαν καὶ κατῃσχύνθησαν, ἐγένοντο χόρτος ἀγροῦ ἢ χλωρὰ βοτάνη, χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος. ( ) 19,27 καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ ἐμέ. ( ) 19,28 διὰ τὸ ὀργισθῆναί σε ἐπ ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσίν μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσίν σου καὶ χαλινὸν ἐν τοῖς χείλεσίν σου καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ, ᾗ ἦλθες ἐν αὐτῇ. ( ) 19,29 καὶ τοῦτό σοι τὸ σημεῖον· φάγῃ τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα· καὶ ἔτι τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. ( )



trouve dans 1 passage(s): Guerres du roi assyrien 701 et 690,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: