Second Livre des Rois
18,15 καὶ ἔδωκεν Εζεκιας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως. ( ) 18,16 ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Εζεκιας τὰς θύρας ναοῦ κυρίου καὶ τὰ ἐστηριγμένα, ἃ ἐχρύσωσεν Εζεκιας βασιλεὺς Ιουδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων. ( ) 18,17 Καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων τὸν Θαρθαν καὶ τὸν Ραφις καὶ τὸν Ραψακην ἐκ Λαχις πρὸς τὸν βασιλέα Εζεκιαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ιερουσαλημ, καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀ ( Is 36,2 , ) 18,18 καὶ ἐβόησαν πρὸς Εζεκιαν, καὶ ἐξῆλθον πρὸς αὐτὸν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνῄσκων. ( 1R 5,1 , Is 36,3 ) 18,19 καὶ εἶπεν πρὸς αὐτοὺς Ραψακης Εἴπατε δὴ πρὸς Εζεκιαν Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τίς ἡ πεποίθησις αὕτη, ἣν πέποιθας., ( )

18,20 εἶπας Πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον. νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί.,


( )
18,21 νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ Αἴγυπτον· ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν· οὕτως Φαραω βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ αὐτόν. ( ) 18,22 καὶ ὅτι εἶπας πρός με Ἐπὶ κύριον θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος, οὗ ἀπέστησεν Εζεκιας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπεν τῷ Ιουδα καὶ τῇ Ιερουσαλημ Ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ιερουσαλημ., ( ) 18,23 καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ αὐτούς. ( ) 18,24 καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων., καὶ ἤλπισας σαυτῷ ἐπ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς. ( ) 18,25 καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν., κύριος εἶπεν πρός με Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν. ( )



trouve dans 1 passage(s): Guerres du roi assyrien 701 et 690,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: